TLG 2596 001 :: PHOEBAMMON :: De figuris (fort. auctore Phoebammone alio)

PHOEBAMMON Soph.
(Antinoupolitanus: A.D. 5/6?)

De figuris (fort. auctore Phoebammone alio)

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 43–56.

Citation: Chapter — section — (line)

t

1

ΦΟΙΒΑΜΜΩΝΟΣ ΣΟΦΙΣΤΟΥ ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ ΡΗΤΟΡΙΚΩΝ.

1

.

1

Τέσσαρα ζητητέον περὶ αὐτῶν, πρῶτον μὲν εἰς τί χρήσιμά εἰσιν, δεύτερον δὲ πόθεν εἴρηνται, τρίτον εἰ φύσει εἰσὶν ἢ τέχνῃ καὶ θέσει, τέταρτον εἰ ἁπλοῦν εἰσιν πρᾶγμα καὶ περὶ ἓν ἢ διάφορον, καὶ περὶ διαφοράς.
5χρήσιμά ἐστι πρὸς τὸ μὴ διαφθεῖραι τὰ τῶν ἀρχαίων, καὶ ἵνα μὴ ἁμαρτάνωμεν μονόσχημον καὶ προσκορῆ τὸν λόγον προφέροντες, τὸ γὰρ ἀεὶ ὁμοίως ἔχον ἐμποιεῖ κό‐ ρον, ἐπειδὴ καὶ χρῆμα ἡδὺ καθέστηκε τοῖς ἀνθρώποις ἡ μεταβολή, ὁ δὲ κόρος ἀηδίαν ἐργάζεται· τὸ δὲ ἐξαλλάτ‐
10τον καὶ ξενίζον ἡδύτερόν ἐστι τοῦ μονοσχήμου καὶ ὡσαύ‐ τως ἔχοντος. καὶ ὅτι πιθανώτεροι διὰ τῶν σχημάτων φαίνονται οἱ λόγοι. εἴρηται δὲ σχῆμα διὰ τὸ μετασχη‐ ματίζεσθαι, ὡς ἐπὶ τῶν ὀρχουμένων ἀνθρώπων ἢ ὡς ἐπὶ τοῦ πηλοῦ τοῦ πλαττομένου καὶ μετασχηματιζομέ‐
15νου εἰς εἰκόνα ἀνδρὸς ἢ γυναικὸς ἤ τινος τοιούτου. καὶ ὅτι οὐ φύσει ἐστὶν οὕτως, ἀλλὰ τέχνῃ προσγίνεται. ὁρῶ‐ μεν γὰρ ἐν ἄλλοις τῶν σχημάτων τοὺς χαρακτῆρας, τὸν μὲν τραχύτερον, τὸν δὲ γλαφυρώτερον, τὸν δὲ μέσον, πάντα δὲ ταῦτα τῇ ποικιλίᾳ τῶν σχημάτων γίνεται. ἔστι
20δὲ τὸ σχῆμα οὐ μονοειδές· πῆ μὲν γὰρ γίνεται περὶ τὴν διάνοιαν, πῆ δὲ περὶ τὴν λέξιν. δεῖ οὖν λοιπὸν παρα‐
θέσθαι δόξας ἀρχαίων. ἡ γὰρ πορφύρα παρὰ τὴν πορ‐ φύραν, ὡς ἡ παροιμία λέγει, διακριτέα. ὁρίζεται δὲ Ζώϊλος οὕτως, σχῆμά ἐστιν ἕτερον μὲν προσποιεῖσθαι,43
25ἕτερον δὲ λέγειν. τρία ἁμαρτάνει ὅτι οὐ περιλαμβάνει περὶ πάντων τῶν σχημάτων. τὰ γὰρ πλεῖστα ἐκ τοῦ εὐθέος καὶ ἁπλοῦ σχηματίζεται, ὡς ὅτε ἀποφαινόμεθά τι ἢ διαποροῦμέν τι καθ’ ἑαυτοὺς ἢ ἀποστροφῇ χρώ‐ μεθα ἄνευ προσποιήσεως. Καικίλιος δὲ ὁ Καλακτίτης
30ὡρίσατο οὕτω, σχῆμά ἐστι τροπὴ εἰς τὸ μὴ κατὰ φύσιν τὸ τῆς διανοίας καὶ λέξεως. τὸ οὖν μὴ κατὰ φύσιν οὐ καλόν, τὸ δὲ [μὴ καλὸν] τροπή ἐστιν ἐπὶ τὸ χεῖρον. Ἀθηναῖος δὲ ὁ Ναυκρατίτης καὶ Ἀπολλώνιος ὁ ἐπικλη‐ θεὶς Μόλων ὡρίσαντο οὕτω, σχῆμά ἐστι μεταβολὴ εἰς
35ἡδονὴν ἐξάγουσα τὴν ἀκοήν. οὐ πάντοτε δὲ μεταβάλ‐ λεται· καὶ γὰρ καὶ ἠθικεύεται καὶ ἐμφαντικώτερον ποιεῖ τὸν λόγον. ὁ δὲ τέλειος αὐτοῦ ὅρος οὕτω, σχῆμά ἐστιν ἐξάλλαξις κατὰ διάνοιαν ἢ λέξιν ἐπὶ τὸ κρεῖττον ἄνευ τρόπου γινομένη. ἐπὶ τὸ κρεῖττον εἴρηται διὰ τὸν
40σολοικισμόν· καὶ γὰρ ὁ σολοικισμὸς τροπή ἐστι καὶ ἐξάλ‐ λαξις, ἀλλ’ ἐπὶ τὸ χεῖρον. ἄνευ δὲ τρόπου εἴρηται, ἐπειδὴ καὶ ὁ τρόπος καὶ ἡ τροπικὴ λέξις ἐξάλλαξίς ἐστιν ἐκ τῆς κυρίως λεγομένης, ἄνευ μέντοι σχήματος, ὡς παρὰ τῷ Δημοσθένει τὸ ὑποσκελίζειν ἀντὶ τοῦ ἀνα‐
45τρέπειν, καὶ τὸ σπερμολόγος ἀντὶ τοῦ εὐτελής, καὶ εὐπροσώπους λόγους ἀντὶ τοῦ πιθανούς, καὶ παρὰ τῷ Ἰσοκράτει τοῦ βίου τὴν ὁδόν, καὶ ἕτερα τοιαῦτα. Ὅτι τὸ σύστημα τῶν κατὰ διάνοιαν σχημάτων ἀκί‐ νητόν ἐστιν ὑπὸ φράσεως· ὡς [δ’] ἂν γάρ τις σχημα‐

1

.

1

(50)

τίσῃ τὴν φράσιν, ἡ αὐτὴ φυλάσσεται διάνοια, οἷον περὶ ἀποδημοῦντος ἐρωτῶ, μὴ ἐλθεῖν αὐτὸν ὑποπτεύων δια‐ φόρως ἐρωτῶ, ὁ δεῖνα ἄρα ἔρχεται; πεισθήσεται; θαρ‐ σήσει ἐλθεῖν; σκυλῆναι ἀνέξεται; διὰ πάντων δὲ τού‐
των ἡ διάνοια ἤγουν ὁ σκοπὸς τῆς ἐρωτήσεως σώζεται.44
55ταῦτα δὲ τὰ περὶ τὴν διάνοιαν σχήματα εἰς δύο διαιρεῖ‐ ται· τὰ μὲν γὰρ τοῦ προσώπου εἰσί, τὰ δὲ τοῦ λόγου. ὀκτωκαίδεκα δὲ ὄντων τρία εἰσὶν τοῦ προσώπου μόνου, ἀποστροφή, ἐρώτησις, πεῦσις. ἀποστροφὴ μέν ἐστιν, ἡνίκα πρὸς τοὺς κριτὰς ἢ τὸν ἀντιλέγοντα τὸν λόγον
60τρέψομεν. ἐρώτησις δὲ καὶ πεῦσις ταύτῃ διαφέρουσιν, τῷ τὴν μὲν ἐρώτησιν δι’ ὀλίγων ἐπιδέχεσθαι τὴν ἀπό‐ κρισιν, οἷον
οὐχ ὁ τρόφιμός σου πρὸς θεῶν Ὀνήσιμε; πρὸς ἃ σύντομος ἡ ἀπόκρισις τὸ πάνυ μὲν οὖν· τὴν δὲ
65πεῦσιν διὰ πλειόνων ἐπιδέχεσθαι τὴν ἀπόκρισιν, οἷον
τίς πόθεν εἶς ἀνδρῶν; πρὸς ἣν ὁ Γλαῦκος ἄνωθεν ἠναγκάσθη γενεαλογῆσαι. ἰστέον ὅτι ὀκτωκαίδεκα ὄντων τῶν τῆς διανοίας σχημά‐ των κϛʹ ἐστὶ τὰ τῆς λέξεως. δέον εἰδέναι ὅτι πάντα τὰ
70σχήματα κατὰ δʹ γίνονται τρόπους ἤτοι αἰτίας, κατὰ ἔνδειαν, κατὰ πλεονασμόν, κατὰ μετάθεσιν, κατὰ ἐναλ‐ λαγήν. ἀρχώμεθα τοίνυν τῶν ἀπὸ τῆς λέξεως σχημά‐ των. τῆς τοίνυν ἐνδείας εἴδη εἰσὶν τρία, ἀσύνδετον, ἀπὸ κοινοῦ, ἔλλειψις· τοῦ δὲ πλεονασμοῦ εἴδη ιαʹ, ταυ‐
75τολογία, δίπλωσις, ἐπαναφορά, ἐπανάδοσις, ἐπανάλη‐ ψις, περίφρασις, ἐπίφρασις, παρονομασία, ἐπεξήγησις, ἐπιμονή, ἐπίτασις· τῆς δὲ μεταθέσεως εἴδη εἰσὶ δʹ, ὑπερ‐ βατόν, ἀναστροφή, πρόληψις αἰτίας, προεπίζευξις· τῆς δὲ ἐναλλαγῆς εἴδη εἰσὶν ὀκτώ, ἑτερογενές, ἑτεράριθμον,
80ἑτερόπτωτον, ἑτεροσχημάτιστον, ἑτερόχρονον, ἑτερο‐ πρόσωπον, ἀποστροφὴ προσώπου, ἀντιστροφή. τί δὲ τούτων ἕκαστον, ἐφεξῆς μετὰ παραδειγμάτων λεκτέον.

1

.

2

(t)

ΠΕΡΙ ΕΝΔΕΙΑΣ.
1 Ἀσύνδετόν ἐστι φράσις, ἐν ᾗ παραλείπονται οἱ συν‐ δέοντες σύνδεσμοι, ὡς εἴ τις εἴποι περί τινος, εὗρον αὐτόν, ἐλάλησα, ἔπεισα. Ἀπὸ κοινοῦ δέ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, πολ‐45
5λάκις δὲ νοουμένη καὶ συντασσομένη, ὡς ἵνα τις εἴπῃ, ἀπελθὼν ᾔτησα τοὺς ἄνδρας, μάλιστα δὲ τόνδε καὶ τόνδε. ἀπὸ κοινοῦ γὰρ συντάσσεται ἐνταῦθα τὸ ᾔτησα. Ἔλλειψις δέ ἐστι παράλειψις λέξεως νοουμένης ἐκ τῆς συμφράσεως, ὡς ἵνα εἴπωμεν, αὐτὸς κύριος τοῦ
10πράγματος, αὐτὸς ὁ πείθων τοὺς ἄλλους, αὐτὸς ὁ κε‐ λεύων· παραλέλειπται γὰρ ἐν τούτοις τὸ ἐστ.

1

.

3

(t)

ΠΕΡΙ ΤΟΥ ΠΛΕΟΝΑΣΜΟΥ.
1 Ταυτολογία λέξεων ἐστὶ ταὐτὸ σημαινουσῶν παράλ‐ ληλος θέσις, ὡς εἰ λέγοιμεν, ὀξεῖς εἰσι καὶ ταχεῖς, ἢ μελ‐ ληταὶ καὶ βραδεῖς. Ἀναδίπλωσις δέ ἐστι λέξεως ἢ λέξεων δὶς ἢ πολλά‐
5κις περὶ τοῦ αὐτοῦ πράγματος προφορά· γίνεται δὲ καὶ διχῆ ἢ παράλληλος, ὡς ἵνα εἴπωμεν, ὁ δεῖνα ὁ δεῖνα οὐχ ὑπήκουσεν, ὃ ποιεῖ τὴν ἐπίζευξιν ἢ μεθ’ ἑτέρων ἢ μεταξὺ τεθέντων τινῶν, ὡς ἵνα εἴπωμεν, ὁ δεῖνα ὁ ἐκεῖ τρέχων, καὶ πάλιν ἐπενέγκωμεν, ὁ δεῖνα.
10 Ἐπαναφορὰ δέ ἐστιν, ἣ καὶ ἀναφορά, πλειόνων στί‐ χων ἢ κώλων ἀπὸ τῶν αὐτῶν τοῦ λόγου μερῶν ἀρχή, ὡς ἵνα εἴπωμεν, ἐγὼ διῴκησα τὸν οἶκον αὐτοῦ, ἐγὼ ἔστησα τὴν περιουσίαν αὐτοῦ. Ἐπανάδοσις δέ ἐστι δύο προτεθέντων ἀδιαστόλως
15ὀνομάτων ἢ καὶ προσώπων διάκρισις εἰς ἄλλο καὶ ἄλλο, ὡς ἵνα τις εἴπῃ, ὁ δεῖνα καὶ ὁ δεῖνα εὑρέθησαν, ὁ δεῖνα μὲν τόδε ποιῶν, ὁ δεῖνα δὲ τόδε. Ἐπανάληψις δέ ἐστιν ἀνάμνησις προειρημένου τι‐
νὸς μεταξυλογίας ἐμβεβλημένης, ὡς ἵνα εἴπω, ὁ δεῖνα46
20στρατηγὸς ηὔξησε τὰ πράγματα, εἶτα ἐν τῷ μεταξὺ εἰ‐ πών, πῶς ηὔξησεν, ἐπαναμνήσω πάλιν· αὐξήσαντος οὖν τούτου τὰ πράγματα τόδε γέγονε. Περίφρασίς ἐστιν ἑρμηνεία διὰ πλειόνων τοῦ διὰ μιᾶς λέξεως σημαινομένου, ὡς ἵνα εἴπω ἡ μεγαλοπρέ‐
25πεια τῶν ὑπάρχων ἀντὶ τοῦ οἱ ὕπαρχοι. Ἐπίφρασις δέ ἐστι λόγος τινὶ ἢ τισὶν ἐξαιρέτως ἐπι‐ φωνούμενος, ὃ διχῆ γίνεται. προτασσομένου γὰρ τοῦ ὀνόματος κατ’ ἐξοχὴν λέγεται, ὡς ἵνα εἴπω, ὁ δεῖνα ὁ σχολαστικὸς ἦλθε καὶ ὅλος ὁ φόρος· ὑποτασσομένου δὲ
30ἰδίως ἐπίφρασις, οἷον ὅλος ὁ φόρος ἦλθε καὶ ὁ δεῖνα ὁ σχολαστικός. Παρονομασία δέ ἐστι παραποίησις ὀνόματος πρὸς παραπλήσιον ἐγγὺς κείμενον, ὡς εἰ λέγοιμεν, Στρατή‐ γιος στρατηγὸς ᾑρέθη· ἤγουν θέσις τῆς αὐτῆς λέξεως
35ἐπ’ ἄλλου καὶ ἄλλου σημαινομένου κατ’ ἐναλλαγὴν τοῦ νοῦ, ὃ πλοκῆς ἴδιον, ὡς ἵνα εἴπωμεν, ὁ ἄνθρωπος ἄν‐ θρωπός ἐστι, τὸ μὲν τῇ φύσει διδόντες, τὸ δὲ τῷ τρόπῳ. Ἐπεξήγησις δέ ἐστιν ἀσαφοῦς λέξεως ἢ λόγου σα‐ φηνισμός. λέξεως μὲν ὡς εἰ λέγων τις ἀκινάκης σα‐
40φηνίσει λέγων Περσικὸν εἶναι ξίφος τοιόνδε καὶ τοιόνδε· λόγου δὲ ὡς εἰ λέγοιμεν, ὁ οἶκος ὅδε βεβαίως οὐκ οἰκεῖ‐ ται, καὶ σαφηνίζοντες αὐτὸ εἴποιμεν, οἱ μένοντες ἐκεῖ ταχὺ μετέρχονται. Ἐπιμονὴ δέ ἐστι προφορὰ πλειόνων λέξεων ἐπίσης
45τὸ αὐτὸ σημαινουσῶν, ἢ καὶ λόγων. λέξεων μὲν ὡς εἰ λέγοιμεν, ὁ θεὸς ἡμᾶς ἐρρύσατο ἀπὸ συμπλοκῆς, ἀπὸ μάχης, ἀπὸ τραυμάτων, ἀπὸ αἱμάτων· λόγου δὲ ὡς ἵνα εἴπω, ὁ τὰ ἐμὰ λαμβάνων, ὁ διαβάλλων με πρὸς τοὺς φίλους, ὁ ἐπιβουλεύων μοι πανταχοῦ τι ποιεῖ, ὡς δῆ‐

1

.

3

(50)

λον ὅτι μισεῖ με.
Ἐπίτασις δέ ἐστιν ἐπιμονῆς μὲν εἶδος, οὐκ ἐπίσης δὲ δηλοῦν τὸ πρᾶγμα, ἀλλ’ ἐξαλλαγὴν ἔχον ἐπὶ τὸ μεῖ‐ ζον, ὡς ἵνα εἴπω περὶ εὐσωματοῦντος διαλεγόμενος καὶ μεγάλου, ὅτι κίων ἐστὶ τῷ μεγέθει, ὅτι ὄρος ἐστίν.47

1

.

4

(t)

ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΜΕΤΑΘΕΣΕΩΣ.
1 Ὑπερβατὸν δέ ἐστι λέξις ἢ φράσις ἀνὰ μέσον ἔχουσά τι τῶν ἑξῆς νοουμένων. ἐν τρισὶ δὲ τοῦτο θεωρεῖται, ἢ ἐν λέξει, ὃ διχῶς γίγνεται, ἢ ἐν λόγῳ, ἢ ἐν πράγματι· ἐν λέξει μέν, ἡνίκα διαιρεῖται μία λέξις εἰς τὰ μέρη αὐ‐
5τῆς, καὶ τὸ μὲν τῶν μερῶν τίθεται πρῶτον, εἶτα ἄλλο τι ἐν τῷ μεταξὺ διαλαμβάνεται, καὶ οὕτω τὸ ἕτερον μέ‐ ρος τῆς λέξεως, ὡς ἵνα θέλων εἰπεῖν, ὅτι κατέφαγε ταῦ‐ ρον, εἴπω ὅτι κατὰ ταῦρον ἔφαγεν. ἢ ὁλοκλήρου λέ‐ ξεως ὑπερβιβαζομένης, ὡς ἐπὶ τούτου τοῦ παραδείγμα‐
10τος, ὡς ἵνα λέγῃ τις, ὁ δεῖνα τὸν δεῖνα ἐτύπτησεν ἑταῖ‐ ρόν μου. ἐν λόγῳ δέ, ὡς ἵνα εἴπωμεν, ἐξεβόησεν καὶ τὸ θέατρον ἤχησεν ἐπαινοῦντες τὸν ἄρχοντα. ἐν πράγματι δέ, οἷον ἡ θρέψασά με καὶ γεννησαμένη. Ἀναστροφή δέ ἐστι λέξεως θέσις ἐν δευτέρᾳ τάξει
15μηδενὸς ἀντιπίπτοντος, δέον αὐτὴν προηγεῖσθαι, οἷον ὁ δεῖνα ἦλθεν ἐμοῦ μέτα. Πρόληψις δὲ αἰτίας ἐστὶ παρεμβολὴ τῆς προφάσεως ὧν ἐροῦμεν, ἐν μέσῳ τῆς ἀρχῆς τοῦ λόγου, καὶ αὐτῶν, οἷον ἑταῖρε πάντα ἔχεις, σῖτον, οἶνον, ἔλαιον. μὴ κλέ‐
20ψῃς, μὴ καταγνωσθῇς. Προεπίζευξις δὲ διαστολὴ δύο προσώπων ἐν παρα‐ βολῇ μέσου τοῦ περὶ αὐτῶν λόγου δυϊκῶς ἢ πληθυντι‐ κῶς ὑπὲρ ἀμφοτέρων εἰρημένου, πρὸ τῆς θέσεως τοῦ ἑνὸς αὐτῶν, ὡς ἵνα λέγωμεν, ὁ δεῖνα τόδε ἐποίησαν καὶ
25ὁ δεῖνα ἢ ὁ δεῖνα [ἢ ὁ δεῖνα] γενναῖοί εἰσι καὶ ὁ δεῖνα48

1

.

5

(t)

ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΕΝΑΛΛΑΓΗΣ.
1 Ἑτερογενὲς δέ ἐστι μετάβασις εἰς γένος ἀπὸ γέ‐ νους, ἧς ἡ ἀναφορὰ ἢ ἐπὶ τὸ συνώνυμόν ἐστιν, ἢ ἐπὶ τὸ νοούμενον, ὡς ἵνα εἴπω, τὰ παρὰ θάλασσαν φοβερά ἐστιν ἐρημίαι οὖσαι.
5 Ἑτεράριθμον δὲ εἰς ἀριθμὸν ἀπὸ ἀριθμοῦ μετάβα‐ σις πρὸς ὁμώνυμον, ἢ πρὸς σημαινόμενον ἀναγομένη, ὡς ἵνα εἴπω, τὰ παιδία παίζει καὶ πίπτουσιν. Ἑτερόπτωτον δέ ἐστιν μετάβασις εἰς πτῶσιν ἀπὸ πτώσεως, ἢ προτιθεμένης μέν, ὀφειλούσης δὲ τῷ λόγῳ
10συνταχθῆναι, ἢ λέξεως μιᾶς θέσις πρὸς διαφόρους πτώ‐ σεις συντασσομένης, οἷον τόνδε τὸν ἐλλόγιμον γινώσκεις, οἷον ἐποίησε τόδε. ἢ θέλων εἰπεῖν ὁ δεῖνα υἱός μού ἐστι, λέγω υἱός μοί ἐστιν, ἢ ὁ δεῖνα ἄρχει τῆς πόλεως. ἄρχει τῇ πόλει.
15 Ἑτεροσχημάτιστον δέ ἐστιν ἐναλλαγὴ ῥήματος εἰς μετοχήν, ἢ καθ’ ἑαυτὸ ἢ μετὰ συνδέσμου, ἢ καὶ ῥήμα‐ τος ἀπὸ ἐγκλίσεως εἰς ἔγκλισιν, ὡς ἵνα ἀντὶ τοῦ εἰπεῖν, ἐπειδὴ ἔτρεχεν ὅδε, τόδε ἐγένετο, εἴπω, τρέχοντος ὅδε τόδε ἐγένετο.
20 Ἑτερόχρονον δὲ μετάβασις ἀπὸ χρονικοῦ ῥήματος εἰς χρόνον ἄλλον, ὡς ἵνα εἴπω ἀντὶ τοῦ [τῶν] εὑρήσω σκοπὸν [εὑρὼν ἢ] εὗρον. Ἑτεροπρόσωπον δέ ἐστιν ὑποβολὴ προσώπου τοῦ λέγοντος, ὡς ὅταν ὀκνῶν εἰπεῖν ἀφ’ ἑαυτοῦ, ὡς ἀπὸ
25ἑτέρου προσώπου λέγω, οἱονεὶ εἰ Ἀλεξανδρεῦσιν ἐπι‐ πλήττων ὑπὲρ ἀταξίας εἴπω, Θηβαίους εὑρὼν ἀτα‐ κτοῦντας τόδε καὶ τόδε εἶπον. Ἀποστροφὴ δὲ προσώπου ἐστὶ μετάβασις λόγου πρὸς πρόσωπον, ᾧ πρότερον οὐ διαλεγόμεθα, ὡς ἵνα δικα‐
30ζόμενος καὶ πρὸς τὸν ἄρχοντα λέγων τὸ πρᾶγμα στρα‐ φῶ πρὸς τὸν ἀντίδικον καὶ ἐρωτήσω, οὐκ ἀληθῆ ταῦτα ἃ λέγω; Ἀντιστροφὴ δέ ἐστι χαρακτήρων ἀντίδοσις τῶν συν‐ τεταγμένων ἀλλήλαις ἐν τῷ λόγῳ λέξεων, ὡς ἵνα εἴπω,49
35ἠχῶν ἔπεσα ἀντὶ τοῦ πεσὼν ἤχησα.

2

t

ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ ΣΧΗΜΑΤΩΝ.

2

.

1

(t)

ΠΕΡΙ ΕΝΔΕΙΑΣ.
1 Ἰστέον οὖν ὅτι τῶν τῆς διανοίας σχημάτων ἀπο‐ σιώπησις καὶ ἐπιτροχασμὸς τῆς ἐνδείας εἰσίν, καὶ ἔστιν ἀποσιώπησις ἔκλειψις παντελὴς τοῦ ἐκ τῆς ἀκολουθίας ὀφείλοντος ἐπενεχθῆναι, ὡς ἵνα τις εἰπών, εἰ ἐμπορεύ‐
5σομαι, δέον εἰπεῖν κινδυνεύσω πλέων θάλασσαν, τοῦτο μὴ εἴπῃ διὰ τὸ βλάσφημον, εἴπῃ δὲ οὕτως, εἰ ἐμπορεύ‐ σομαι, σιωπῶ τὸ λοιπόν. Ἐπιτροχασμὸς δὲ ὀνομασία πραγμάτων κατὰ μόνην ἀπαρίθμησιν γινομένη, ἄνευ τῆς περὶ αὐτῶν διηγήσεως,
10ὡς ἵνα τις αἰτιώμενός τινα ὡς πολλὰ κακὰ πεποιηκότα ἀπαριθμήσηται αὐτὰ λέγων, τόδε καὶ τόδε πέπρακταί σοι μὴ τὸ πῶς δὲ πέπρακται λέγων.

2

.

2

(t)

ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ.
1 Πλεονασμῶν δὲ ἕξ ἐστι σχήματα, προδιόρθωσις, ἐπιδιόρθωσις, προκατάληψις, παράλειψις ἤτοι ὑποσιώ‐ πησις, διατύπωσις, ἐπιμονή. [προθεραπεῖαι δέ εἰσι λόγου τοῖς ἀκούουσι, καὶ ἡ μὲν προδιόρθωσις προτιθε‐
5μένη πρὸς τοὺς κριτὰς μόνους ἢ καὶ πρὸς τοὺς ἐναν‐ τίους, ἐπιφερομένη δὲ ἡ ἐπιδιόρθωσις· πρὸς δὲ τοὺς ἐναντίους προκατάληψις.] προδιόρθωσις δέ ἐστιν, ὡς ἵνα διηγούμενός τινι ξένον πρᾶγμα προθερα‐ πεύσω λέγων, ὅτι θαυμάσεις μὲν ἀκούων καὶ ἴσως50
10ἀπιστήσεις, εἰ γέγονε τὸ πρᾶγμα, ὁ δεῖνα δὲ τόδε ἐποίησεν. ἐπιδιόρθωσις δέ, ὡς ἵνα διαβαλών τινα παρά τινι ἴσως μὴ ἡδέως ἀκούοντι μετὰ τὴν διαβολὴν εἴπω, ὡς οὐκ ἂν ἐμνήσθην αὐτοῦ, εἰ μὴ πρῶτον ἔβλαψέ με.
15 Προκατάληψις δέ, ὡς ἵνα περί τινος ἐγκαλούμενος ἐν δίκῃ εἴπω προκαταλαβὼν πρὸς ἑκάτερον, πρός τε τὸν ἀντίδικον καὶ τὸν κριτήν, ὡς ἀδύνατον ἦν ἢ ἀπρε‐ πὲς ἄλλο πραχθῆναι πλὴν τοῦ πεπραγμένου. Παράλειψις δὲ ἤτοι ὑποσιώπησίς ἐστι νόημα ἐν
20προσποιήσει σιωπῆς οὐδὲν ἧττον λεγόμενον, ὡς ἵνα ἐγκαλῶν τινι εἴπω, ὅτι σιγῶ τόδε καταλέγων τὰ ἀδι‐ κήματα. Διατύπωσις δέ ἐστιν ἔκθεσις ἑνὸς πράγματος διὰ πλειόνων, ὡς ἵνα μαρτυρῶν ἑτέρῳ εἴπω περὶ αὐτοῦ,
25ὅτι ἐπιεικής, αἰδήμων, τοῖς πρεσβυτέροις πειθόμενος· διὰ γὰρ πασῶν τῶν λέξεων τούτων τὸ ἐπιεικὲς αὐτῷ προσεμαρτύρησα. Ἐπιμονὴ δέ ἐστι πολλῶν ἐκφορὰ πραγμάτων, εἰς παράστασιν καὶ δήλωσιν ἑνός, ὡς ἵνα θέλων δεῖξαί
30τινα σπουδαῖον ἀπὸ διαφόρων πραγμάτων τοῦτο δη‐ λώσω λέγων, ὅτι καὶ νυκτὸς οὔσης μὴ καρτερῶν ἐκτὸς εἶναι τῶν βιβλίων ἐγερθεὶς ἀνεγίνωσκε· σβεσθέντος δὲ τοῦ λύχνου οὐκ ὤκνει καὶ μακρὰν ὁδὸν βαδίζειν, ἵνα τοῦτον ἅψῃ· ἄδειπνος ἐκάθευδεν, ἵνα μὴ πολὺ ὑπνώ‐
35σῃ· διὰ γὰρ τούτων πάντων οὐκέτι λόγων, ἀλλὰ πραγμάτων μόνον τὴν σπουδὴν αὐτοῦ ἐδήλωσα. δεῖ δὲ
σημειώσασθαι ὅτι τούτων τῶν σχημάτων τῆς διανοίας τῶν κατὰ πλεονασμὸν οὐδὲ ἓν συνεμπίπτει τοῖς ἀπὸ τῆς λέξεως, πλὴν τοῦ καλουμένου πλεονασμοῦ, ἤτοι51
40ταυτολογίας, ὥσπερ καὶ κατὰ ἔνδειαν ἑνὶ μόνῳ εἴδει αὐτῆς συνέπεσεν, λέγω δὴ τῇ ἐλλείψει.

2

.

3

(t)

ΠΕΡΙ ΜΕΤΑΘΕΣΕΩΣ.
1 Κατὰ μετάθεσιν πάλιν ἕξ ἐστι τὰ τῆς διανοίας σχήματα, ἐν οἷς μεθίστησιν ἀφ’ ἑαυτοῦ ὃ βούλεται ποιεῖν ἐφ’ ἕτερον πρόσωπον· καὶ ἔστι ταῦτα προ‐ σωποποιΐα, ἠθοποιΐα, μικτόν, ἐρώτησις, πεῦσις, ἀπο‐
5ποίησις· τούτων δὲ ἕκαστον, τυχὸν προσωποποιΐα καὶ ἠθοποιΐα καὶ μικτὸν εἰσὶ λόγων, οὓς θέλοντες εἰπεῖν δι’ ἑαυτῶν ὀκνοῦμεν καὶ μετατίθεμεν ἐπ’ ἄλλο πρόσω‐ πον ἢ ὑφεστηκὸς ἢ μὴ ὑφεστηκὸς ἢ γεγονὸς μέν, οὐκέτι δὲ ὄν· καὶ εἰ μὲν μὴ ὑφεστηκός, προσωποποιΐα
10ἐστίν, ὡς ἐπὶ τούτου ἵνα ἐγκαλῶν τινι μοιχείαν τυχὸν εἴπω· αὐτὸς ὁ καιρός, καθ’ ὃν εὑρέθης ἐν τῷ τόπῳ, μαρτυρεῖ κατά σου. [προσωποποιήσας γὰρ τὸν και‐ ρὸν τούτῳ τοὺς λόγους περιτίθημι οὓς ἤθελον εἰπεῖν κατ’ ἐκείνου.] ἡνίκα δὲ ὑφεστηκὸς ὑποτίθεται πρό‐
15σωπον, ἠθοποιΐα, ὡς ἵνα εἴπω πρὸς αὐτόν, εἰ ἐθάρ‐ ρεις σεαυτῷ, ὅτι οὐ τοῦτο ἔπραξας, ἐχρῆν σε τόδε καὶ τόδε λέγειν. Μικτὸν δέ, ὡς ἵνα εἴπω πάλιν πρὸς τὸν αὐτόν, εἰ ἔζη νῦν ὁ πατήρ σου βλέπων σε μοιχὸν κρινόμενον ἄν‐
20θρωπος ἐπιεικής, ἤμελλε τόδε καὶ τόδε θρηνῶν εἰπεῖν. Ἡ δὲ ἠθοποιΐα διχῆ γίνεται πρὸς παρόντας καὶ ἀπόντας, ὥσπερ εἰ βουλόμενος ἐλέγξαι τινὰς ῥᾳθυ‐ μοῦντας, ὡς πρὸς αὐτοὺς μὲν φανερῶς μηδὲν εἴπω, τὰ δὲ πρὸς ἄλλους εἰρημένα, ὡς ἐν διηγήσει εἰς μέσον
25θήσω, οἷον ὅτι οἱ ἀσεβήσαντες πανωλεθρίαν ὑπέμει‐ ναν ἅπαντες, [ὡς διηγούμενος αὐτοῖς πρὸς ἄλλους εἰρημένα ποιήσομαι τὸν λόγον, ὡς ὁ θεῖος ἀπόστολός φησι, μηδὲ γογγύζετε, καθώς τινες καὶ ἀπώλοντο.] ἡ ἐρώτησις δὲ καὶ ἡ πεῦσις κατὰ τοῦτο διαφέρουσιν, ὡς52
30ἵνα ἐγκαλούμενος ὅτι κατέλιπον ἐν ἀνάγκῃ φίλον, εἴπω, ὅτι αἱρέσεώς μοι οὔσης, συγκινδυνεῦσαι αὐτῷ, ἢ πεῖσαι αὐτὸν μὴ ποιῆσαι τόδε, ἢ ἀναχωρῆσαι, μὴ πειθομένου αὐτοῦ συμβουλεύοντί μοι τί ἐχρῆν με ποιῆ‐ σαι; καὶ ταῦτα γὰρ μεταθέσεις λόγων εἰσίν.
35 Ἀποποίησις δέ ἐστιν ἄρνησις ὧν ὑπονοούμεθα, μὴ προσδεομένη πίστεως ὡς ἐγνωσμένης τῆς ἀληθείας, ὡς ἵνα λέγω, κρατήσαντος ἔθους τοὺς σχολαστικοὺς ἐξελ‐ θεῖν εἰς προάστεια, οὐκ ἀπ’ ἐμοῦ τοῦ ἔθους κρατή‐ σαντος ἐρωτηθεὶς οὐ μὴ προσδεηθῶ ἐπαγαγεῖν ἀπόδει‐
40ξιν, ὡς ἐγνωσμένου τοῖς ἀκούουσιν, ὅτι παρεγενόμην. τούτων δὲ τῶν κατὰ μετάθεσιν ἓξ σχημάτων τὰ μὲν πρῶτα πέντε συνεμπίπτει τῷ ὑπερβατῷ, ἡ δὲ ἀπο‐ ποίησις τῇ προλήψει τῆς αἰτίας· ὡς προειλημμένης γὰρ καὶ προεγνωσμένης τῆς αἰτίας τοῦ γενομένου, ὅτι οὐ
45δι’ ἐμέ, χρῶμαι τῇ ἀποποιήσει.

2

.

4

(t)

ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΕΝΑΛΛΑΓΗΣ.
1 Κατὰ ἐναλλαγὴν τέσσαρά εἰσι σχήματα τῆς διανοίας, εἰρωνεία, διαπόρησις, διασυρμός, ἀποστροφή. τού‐ των εἰρωνεία μέν ἐστι λόγος ἐναντίος οἷς ἐνθυμού‐ μεθα, κατ’ ἔμφασιν αὐτὰ σημαίνων, ὡς ἵνα ἐγκαλῶν
5τινι πολυπραγμοσύνην καὶ ἐργολάβειαν εἴπω, ὁ δεῖνα ὁ ἀεὶ ἡσυχάσας καὶ μηδέποτε περιεργασάμενος ἀλλό‐ τριον πρᾶγμα, τῷ ἤθει δεικνύς, ὅτι τὰ ἐναντία δοξάζω
περὶ αὐτοῦ. Διαπόρησις δὲ ζητήσεως προσποίησις, ὧν εἰπεῖν53
10ἢ μαθεῖν ὀφείλομεν, εἰπεῖν μὲν ὡς ἵνα περί τινος εἴπω, ὅτι μωρός ἐστι, παραφρονεῖ, μαίνεται, ἢ οὐκ οἶδα, τί εἴπω περὶ αὐτοῦ· μαθεῖν δέ, ὡς ἵνα βλέπων τινὰ φί‐ λων ἐπειγόμενον πρός με, εἴπω, ὁ δεῖνα ὁ ἀναγκαῖος φίλος ἐπείγεται πρός με, ἆρά τι μέλλων ἀπαγγεῖλαι;
15 Ἀποστροφὴ δέ ἐστι μετάθεσις λόγου πρὸς ἄλλο πρόσωπον [ἀπὸ τῶν πρῶτον ἀκουόντων ἢ ὀφειλόντων ἀκούειν, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος, ἵνα δικα‐ ζόμενός τίς τινι, τῆς ἐν τῷ διαλέγεσθαι πρὸς τοὺς κρι‐ τὰς χρείας αὐτῷ γενομένης, τὸν μὲν πρὸς ἐκείνους
20ἐάσῃ λόγον, ἀποστραφῇ δὲ πρὸς τὸν ἀντίδικον καὶ δια‐ λεχθῇ αὐτῷ· ἀπὸ δὲ τῶν ὀφειλόντων ἀκούειν,] ὡς ἵνα θέλων ἐπιτιμῆσαι μαθηταῖς τισιν ἀκοσμοῦσιν ἐκείνοις μὲν μηδὲν εἴπω, τῷ δὲ διδασκάλῳ διαλεχθῶ, λέγων ἀκουόντων αὐτῶν ὅτι σπουδάζουσιν οἱ σοὶ ἑταῖροι τῇ
25ἀταξίᾳ ταύτῃ καταλῦσαι τὴν δόξαν σου. Διασυρμὸς δέ ἐστιν εὐτελισμὸς πραγμάτων ὑπὸ τῶν ἐναντίων εἰς ὄγκον ἐπαρθέντων, ὡς ἵνα τινὸς ἐν κατηγορίᾳ μου εἰπόντος, ὅτι κακὸν τὸ ἀσεβεῖν, διὰ γὰρ τὴν ἀσέβειαν οἱ ἄνθρωποι τὸ καὶ τὸ πάσχουσιν,
30ἐξ ὧν ἀπόλλυνται αἱ πόλεις, μὴ ἀποδείξαντος δέ, ὅτι ἠσέβησα τὸ εἰρημένον ὑπ’ αὐτοῦ ὑψοῦντος, τὸ πρᾶγμα σμικρυνῶ καὶ εὐτελήσω, λέγων μηδὲν εἶναι πρὸς τὸν ἐμὸν ἔλεγχον τὸν τὰς πόλεις ἀπόλλυσθαι δι’ ἀσέ‐ βειαν. τούτων δὲ τῶν τεσσάρων σχημάτων ἡ μὲν ἀπο‐
35στροφὴ ἅπαξ ἓν εἶδός ἐστι, τὰ δὲ ἄλλα τρία συνεμπίπτει τῷ ἑτεροσχηματίστῳ. καὶ ταῦτα περὶ τῶν τῆς διανοίας σχημάτων. Τῶν δὲ τῆς λέξεως κστʹ σχημάτων τῶν ἡμῖν ἀπηρι‐ θμημένων ἡ μετάληψις καὶ ἡ μεταφορὰ μᾶλλον τοῦ τρό‐
40που εἰσὶν ἢ τοῦ σχήματος, τῶν ἄλλων ἰστέον ὅτι τρία εἰσὶ κατὰ ἔνδειαν, ἓν μὲν τοῦ ἀσυνδέτου, καὶ δύο τῆς ἐλλείψεως· τοῦ μὲν ἀσυνδέτου ἡ καλουμένη διάλυσις· διαλέλυται γὰρ τὸ ἀσύνδετον, τῆς δ’ ἐλλείψεως καταρί‐ θμησις· ἐλλείπει γὰρ ἐν αὐτῇ ἡ διήγησις ἡ περὶ τῶν54
45ἀπαριθμουμένων πραγμάτων, καὶ ὑπερβολή· ὑπερ‐ βαίνομεν γὰρ ἐν αὐτῇ, ἃ δεῖ λεχθῆναι. κατὰ δὲ πλεο‐ νασμὸν συνεμπίπτει τῇ ταυτολογίᾳ τὸ πολύπτωτον καὶ ἡ κλῖμαξ καὶ ἡ ἐπιτίμησις τῇ ἀναδιπλώσει, ὁμώνυμον καὶ ἡ ἀντιστροφὴ καὶ ἡ ἐπίζευξις τῇ παρονομασίᾳ, ὁμώ‐

2

.

4

(50)

νυμον καὶ ἡ πλοκὴ τῇ ἀναφορᾷ ἢ ἐπαναφορᾷ καὶ ἡ ἐπι‐ βολή, τῇ ἐπαναδόσει ἢ ἀντιμεταβολῇ καὶ ἡ ἐναντίωσις, τῇ ἐπιμονῇ ἡ προσεπανάδοσις, τῇ ἀντιλήψει ἡ ἔφοδος κατ’ ἐναλλαγὴν καὶ ἡ ἐπιτομὴ καὶ ἡ πάροδος καὶ τὰ καλούμενα ἐνηλλαγμένα.
55 Ἐφεξῆς δὲ ἐξηγησόμεθα πῶς ἕκαστον γίνεται ταὐτό· λέγει γὰρ ἐν μὲν τῷ πολυπτώτῳ κατὰ τὰς προτεταγμέ‐ νας ἀντωνυμίας, ὡς τὸ οὗτος ἦν φίλος αὐτο, οὗτος προστάτης, οὗτος κηδεμών, ἢ κατὰ διά‐ φορα ὀνόματα σημαίνοντα τὴν αὐτὴν διάνοιαν, ὑπὸ
60δὲ τὴν αὐτὴν πτῶσιν, ὡς τὸ φίλον εὐεργέτην σωτῆρα ἡγοῦντο. ἐν δὲ τῇ κλίμακι κατὰ τὴν ἐπα‐ νάληψιν τὸ τέλος τοῦ πρώτου κώλου εὑρίσκομεν ἐν τῇ ἀρχῇ τοῦ δευτέρου, ὡς τὸ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δ· καὶ οὐκ ἔγραψα μέν, οὐκ
65ἐπρέσβευσα δ, οὐδὲ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους. ἀναδιπλοῖ τις καὶ ἐν τῇ ἐπιτιμήσει ᾗ ἐπιτιμᾷ ἑαυτῷ, ὡς κακῶς εἰπών, δέον εἰπεῖν ἄλλο τι· ὀψὲ γάρ ποτε ὀψὲ λέγω· χθὲς μὲν οὖν καὶ πρώην. παρονομάζει ἡ μὲν ἀντι‐
70στροφὴ τὰ πράγματα ἀντιστρέφουσα εἰς τὸ [αὐτὸ] ῥῆμα, ὡς τὸ ὅρκον αἰτεῖς, νόμον αἰτεῖς, καὶ τὸ ἐπὶ
σὲ αὐτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς. ἡ δὲ ἐπίζευξις τὸ αὐτὸ παρονομάζει συνημμένως, ὡς τὸ55
75 Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε. καὶ τὸ βαρὺς βαρὺς σύνοικος. καὶ αὗται δὲ εἴδη ἀναδιπλώσεως· καὶ ἡ πλοκή, περιποιοῦσα μὲν τὴν διά‐ νοιαν, ἀναφέρουσα δὲ εἰς τὸ αὐτὸ ὄνομα, οἷον ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι,
80 ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν. καὶ τὸ ταῦτα εἶπον ὑπὲρ ὑμῶν, ταῦτα ἐπρέ‐ σβευσα, ταῦτα ἔγραψα. τῆς δὲ πλοκῆς τὸ χάριέν ἐστιν ἄνθρωπος, ὅταν ἄνθρωπος ᾖ. τῷ μὲν ὀνόματι τῷ αὐτῷ ἐχρήσατο, ἐνήλλαξε δὲ τὸ ση‐
85μαινόμενον· τὸ μὲν γὰρ κοινῶς εἴρηται ἐπὶ παντὸς ἀνθρώπου, τὸ δὲ ἰδίως ἐπὶ τοῦ χρηστοῦ ἀνθρώπου. τὸ δὲ ὁμοιοτέλευτον οὐ συνεμπίπτει τούτοις, εἰ μὴ κατὰ μόνην τὴν ὁμοίαν κατάληξιν, [οὗ παράδειγμα] οἷον Ὕλλῳ ἐπ’ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
90καὶ τὸ τότε μὲν βαρεῖς, νῦν δ’ ἀτυχεῖς Θη‐ βαῖοι. καὶ ἡ ἐπιβολὴ συνεμπίπτει ἀναφορᾷ· καὶ αὕτη γὰρ ἐπὶ τὸ αὐτὸ ἀναφέρει, ὡς τὸ Σοφοκλέους ὁ δ’ αὐτὸς ὑμνῶν, [ὁ δ’] αὐτὸς ἐν γάμοις παρών, αὐτὸς τάδ’ εἰπών, αὐτός ἐστιν ὁ κτανών·
95ἐναλλάττει δὲ τῷ πλεονάκις εἰρῆσθαι τὴν αὐτὴν ἀντω‐ νυμίαν, καὶ τῇ διαφορᾷ τῶν σημαινομένων· ἡ γὰρ ἀνα‐ φορὰ τὴν αὐτὴν ἔννοιαν τηρεῖ [τὸ βελτίους εἶναι τῶν πατέρων]. καὶ ἡ προσαπόδοσις τοιαύτη, ἧς παράδειγμα. τίς ὁ λύσας τὸν χρησμόν; Θεμιστοκλῆς· τίς ὁ βασιλέα

2

.

4

(100)

καταναυμαχήσας; Θεμιστοκλῆς· ἐναλλάττει δὲ τῷ κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν σχήματι.
Τέλος τῶν περὶ σχημάτων σχολίων.56